Greek to English
Sappho 31 (based on Campbell’s 1967 text):
| φαίνεταί μοι κῆνος ἴσος θέοισιν | Divine, he seems to me |
| ἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοι | to be—that man, who near you |
| ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- | sits, who, close, the honey of your words |
| σας ὐπακούει | hears. |
| καὶ γελαίσας ἰμέροεν, τό μ᾽ ἦ μὰν | And you laugh, lovely, and that |
| καρδίαν ἐν στήθεσιν ἐπτόαισεν. | shocks the heart in my chest. |
| ὠς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώναι- | as soon as I see you—to say |
| σ᾽ οὐδ᾽ ἒν ἔτ᾽ εἴκει, | a syllable—I can’t. |
| ἀλλ᾽ ἄκαν μὲν γλῶσσα ἔαγε, λέπτον | So in silence my speech is shivered, fine |
| δ᾽ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν | fire flits beneath my flesh in a flash |
| ὀππάτεσσι δ᾽ οὐδ᾽ ἒν ὄρημμ᾽, ἐπιρρόμ- | There’s no sight for my eyes, but roar |
| βεισι δ᾽ ἄκουαι, | my ears. |
| κὰδ δἐ μ᾽ ἴδρως ψῦχρος ἔχει, τρὀμος δὲ | Sweat, ice-like, steals over me, shakes |
| παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας | totally take me—grass-green |
| ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης | I am—I’ve died. a little. almost. |
| φαἰνομ᾽ ἔμ᾽ ΑΥ…. | it seems…. |